Φύλαξ

Θεοὺς μὲν αἰτῶ τῶνδ’ ἀπαλλαγήν πόνων
φρουρᾶς ἐτείας μῆκος, ἣν κοιμώμενος
στέγαις Ἀτρειδῶν ἄγκαθεν, κυνὸς δίκην,
ἄστρων κάτοιδα νυκτέρων ὁμήγυριν,
καὶ τοὺς φέροντας χεῖμα καὶ θέρος βροτοῖς
λαμπροὺς δυνάστας, ἐμπρέποντας αἰθέρι
[ἀστέρας, ὃταν φθίνωσιν, ἀντολάς τε τῶν].

Καὶ νῦν φυλάσσω λαμπάδος τὸ σύμβολον,
αὐγὴν πυρὸς φέρουσαν ἐκ Τροίας φάτιν
ἁλώσιμόν τε βάξιν: ὧδε γὰρ κρατεῖ
γυναικὸς ἀνδρόβουλον ἐλπίζον κέαρ.
Εὖτ’ ἄν δὲ νυκτίπλαγκτον ἒνδροσόν τ’ ἒχω
εὐνὴν ὀνείροις οὐκ ἐπισκοπουμένην
ἐμήν: φόβος γὰρ ἀνθ’ ὕπνου παραστατεῖ,
τὸ μὴ βεβαίως βλέφαρα συμβαλεῖν ὓπνῷ:
ὃταν δ’ ἀείδειν ἢ μινύρεσθαι δοκῶ,
ὓπνου τόδ’ ἀντίμολπον ἐντέμνων ἄκος,
κλαίω τότ’ οἴκου τοῦδε συμφορὰν στένων
οὐχ ὡς τὰ πρόσθ’ ἄριστα διαπονουμένου.
νῦν δ’ εὐτυχής γένοιτ’ ἀπαλλαγή πόνων
εὐαγγέλου φανέντος ὀρφναίου πυρός.

 

 


 

Ταμείο Λέξεων

Θεός· (Α)
Κύων (Α)
Χεῖμα (Α)
Λαμπάς (Α)
Ἐπισκοποῦμαι (Α)
Εὐάγγελος (Α)
Φαίνω (Α)
Λαμπρός (Α)