Αὐτουργός

Ὦ γῆς παλαιὸν ἄργος, Ἰνάχου ῥοαί,

ὅθεν ποτ’ ἄρας ναυςὶ χιλίαις Ἄρη

ἐς γῆν ἔπλευσε Τρῳάδ’ Ἀγαμέμνων ἄναξ.

Κτείνας δὲ τὸν κρατοῦντ’ ἐν Ἰλιάδι χθονί

Πρίαμον, ἑλών τε Δαρδάνου κλεινὴν πόλιν,

ἀφίκετ’ ἐς τόδ’ Ἄργος, ὑψηλῶν δ’ ἐπὶ

ναῶν ἔθηκε σκῦλα πλεῖστα βαρβάρων.

Κἀκεῖ μὲν εὐτύχησεν: ἐν δὲ δώμασι

θνῄσκει γυναικὸς πρὸς Κλυταιμνήστρας δόλῳ

καὶ τοῦ Θυέστου παιδὸς Αἰγίσθου χερί.

Χὥ μὲν παλαιὰ σκῆπτρα Ταντάλου λιπὼν

ὄλωλεν, Αἴγισθος δὲ βασιλεύει χθονός,

ἄλοχον ἐκείνου Τυνδαρίδα κόρην ἔχων.

Οὕς δ’ ἐν δόμοισιν ἔλιφ’ ὅτ’ ἐς Τροίαν ἔπλει,

ἄρσενά τ’ Ὀρέστην θῆλύ τ’ Ἠλέκτρας θάλος,

τὸν μὲν πατρὸς γεραιὸς ἐκκλέπτει τροφεὺς

μέλλοντ’ Ὀρέστην χερὸς ὑπ’ Αἰγίσθου θανεῖν

Στροφίῳ τ’ ἔδωκε Φωκέων ἐς γῆν τρέφειν:

ἥ δ’ ἐν δόμοις ἔμεινεν Ἠλέκτρα πατρὸς,

ταύτην ἐπειδὴ θαλερὸς εἶχ’ ἥβης χρόνος,

δείσας δὲ μὴ τῳ παῖδ’ ἀριστέων τέκοι

Ἀγαμέμνονος ποινάτορ’, εἶχεν ἐν δόμοις

Αἴγισθος οὐδ’ ἥρμοζε νυμφίῳ τινί.






Ταμείο Λέξεων

 

Ἀγαμέμνων, -ονος, ὁ (Α)

Βάρβαρος (Α)

Γαῖα (Α)

Δαίνυμι(Α)

Λείπω (Α)

Ναός (Α)

Παῖς (Α)

Ροή (Α)

Χείρ (Α)

Χρόνος (Α)