Οἰδίπους

Ὦ τέκνα, Κάδμου τοῦ πάλαι νέα τροφή,

τίνας ποθ’ ἓδρας τάσδε μοι θοάζετε

ἱκτηρίοις κλάδοισιν ἐξεστεμμένοι;

πόλις δ’ ὁμοῦ μὲν θυμιαμάτων γέμει,

ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων:

ἁγὼ δικαιῶν μὴ παρ’ ἀγγὲλων, τέκνα,

ἄλλων ἀκούειν αὐτὸς ὧδ’ ἐλήλυθα,

ὁ πᾶσι κλεινὸς Οἰδίπους καλούμενος.

Ἀλλ’ ὦ γεραιέ, φράζ’, ἐπεὶ πρέπων ἒφυς

πρὸ τῶνδε φωνεῖν, τίνι τρόπῳ καθέστατε,

δείσαντες ἢ στέρξαντες; ὡς θέλοντος ἄν

ἐμοῦ προσαρκείν πᾶν: δυσάλγητος γὰρ ἄν

εἲην τοιάνδε μὴ οὐ κατοικτίρων ἓδραν.

 

Ἱερεύς

Ἀλλ’ ὦ κρατύνων Οἰδίπους χώρας ἐμῆς,

ὁρᾷς μὲν ἡμᾶς ἡλίκοι προσήμεθα

βωμοῖσι τοῖς σοῖς: οἱ μὲν οὐδέπω μακρὰν

πτέσθαι σθένοντες, οἱ δὲ σὺν γήρᾳ βαρεῖς,

ἱερῆς, ἐγὼ μὲν Ζηνός, οἵδε τ’ ᾐθέων

λεκτοί: τὸ δ’ ἄλλο φῦλον ἐξεστεμμένον

ἀγοραῖσι θακεῖ πρός τε Παλλάδος διπλοῖς

ναοῖς, ἐπ’ Ἰσμηνοῦ τε μαντείᾳ σποδῷ.

Πόλις γὰρ, ὥσπερ καὐτός εἰσορᾷς, ἄγαν

ἢδη σαλεύει κἀνακουφίσαι κάρα

βυθῶν ἒτ’ οὐχ οἵα τε φοινίου σάλου,

φθίνουσα μὲν κάλυξιν ἐγκάρποις χθονός,

φθίνουσα δ’ ἀγέλαις βουνόμοις τόκοισί τε

ἀγόνοις γυναικῶν: ἐν δ’ ὁ πυρφόρος θεὸς

σκήψας ἐλαύνει, λοιμὸς ἒχθιστος, πόλιν,

ὑφ’ οὗ κενοῦται δῶμα Καδμείον, μέλας δ’

Ἅιδης στεναγμοῖς καὶ γόοις πλουτίζεται.

Θεοῖσι μὲν νῦν οὐκ ἰσούμενόν σ’ ἐγὼ

οὐδ’ οἵδε παῖδες ἑζόμεσθ’ ἐφέστιοι,

ἀνδρῶν δὲ πρῶτον ἐν τε συμφοραῖς βίου

κρίνοντες ἐν τε δαιμόνων συναλλαγαῖς:

ὃς γ’ ἐξέλυσας ἄστυ Καδμεῖον μολὼν

σκληρᾶς ἀοιδοῦ δασμὸν ὃν παρείχομεν,

καὶ ταῦθ’ ὑφ’ ἡμῶν οὐδὲν ἐξειδὼς πλέον

οὐδ’ ἐκδιδαχθείς, ἀλλά προσθήκῃ θεοῦ

λέγει νομίζει θ’ ἡμὶν ὀρθῶσαι βίον:

νῦν τ’, ὦ κράτιστον πᾶσιν Οἰδίπου κάρα,

ἱκετεύομέν σε πάντες οἵδε πρόστροποι

ἀλκήν τιν’ εὑρεῖν ἡμὶν, εἲτε τοῦ θεῶν

φήμην ἀκούσας εἲτ’ ἀπ’ ἀνδρὸς οἶσθά του:

ὡς τοῖσιν ἐμπείροισι καὶ τὰς ξυμφορὰς

ζώσας ὁρῶ μάλιστα τῶν βουλευμάτων.

Ἲθ’, ὦ βροτών ἄριστ’, ἀνόρθωσον πόλιν,

ἲθ’, εὐλαβήθηθ’: ὡς σὲ νῦν μὲν ἣδε γῆ


 


Ταμείο Λέξεων