"Αἰολίην δ᾽ ἐς νῆσον ἀφικόμεθ᾽· ἔνθα δ᾽ ἔναιεν

Αἴολος Ἱπποτάδης, φίλος ἀθανάτοισι θεοῖσιν,

πλωτῇ ἐνὶ νήσῳ· πᾶσαν δέ τέ μιν πέρι τεῖχος

χάλκεον ἄρρηκτον, λισσὴ δ᾽ ἀναδέδρομε πέτρη.

τοῦ καὶ δώδεκα παῖδες ἐνὶ μεγάροις γεγάασιν,        5

ἓξ μὲν θυγατέρες, ἓξ δ᾽ υἱέες ἡβώοντες·

ἔνθ᾽ ὅ γε θυγατέρας πόρεν υἱάσιν εἶναι ἀκοίτις.

οἱ δ᾽ αἰεὶ παρὰ πατρὶ φίλῳ καὶ μητέρι κεδνῇ

δαίνυνται, παρὰ δέ σφιν ὀνείατα μυρία κεῖται,

κνισῆεν δέ τε δῶμα περιστεναχίζεται αὐλῇ               10

ἤματα· νύκτας δ᾽ αὖτε παρ᾽ αἰδοίῃς ἀλόχοισιν

εὕδουσ᾽ ἔν τε τάπησι καὶ ἐν τρητοῖσι λέχεσσι.

καὶ μὲν τῶν ἱκόμεσθα πόλιν καὶ δώματα καλά.

μῆνα δὲ πάντα φίλει με καὶ ἐξερέεινεν ἕκαστα,

Ἴλιον Ἀργείων τε νέας καὶ νόστον Ἀχαιῶν·               15

καὶ μὲν ἐγὼ τῷ πάντα κατὰ μοῖραν κατέλεξα.

ἀλλ᾽ ὅτε δὴ καὶ ἐγὼν ὁδὸν ᾔτεον ἠδ᾽ ἐκέλευον

πεμπέμεν, οὐδέ τι κεῖνος ἀνήνατο, τεῦχε δὲ πομπήν.

δῶκε δέ μ᾽ ἐκδείρας ἀσκὸν βοὸς ἐννεώροιο,

ἔνθα δὲ βυκτάων ἀνέμων κατέδησε κέλευθα·           20

κεῖνον γὰρ ταμίην ἀνέμων ποίησε Κρονίων,

ἠμὲν παυέμεναι ἠδ᾽ ὀρνύμεν, ὅν κ᾽ ἐθέλῃσι.

νηὶ δ᾽ ἐνὶ γλαφυρῇ κατέδει μέρμιθι φαεινῇ

ἀργυρέῃ, ἵνα μή τι παραπνεύσῃ ὀλίγον περ·

αὐτὰρ ἐμοὶ πνοιὴν Ζεφύρου προέηκεν ἀῆναι,           25

ὄφρα φέροι νῆάς τε καὶ αὐτούς· οὐδ᾽ ἄρ᾽ ἔμελλεν

ἐκτελέειν· αὐτῶν γὰρ ἀπωλόμεθ᾽ ἀφραδίῃσιν.

"ἐννῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ,

τῇ δεκάτῃ δ᾽ ἤδη ἀνεφαίνετο πατρὶς ἄρουρα,

καὶ δὴ πυρπολέοντας ἐλεύσσομεν ἐγγὺς ἐόντες·        30

ἔνθ᾽ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,

αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων, οὐδέ τῳ ἄλλῳ

δῶχ᾽ ἑτάρων, ἵνα θᾶσσον ἱκοίμεθα πατρίδα γαῖαν·

οἱ δ᾽ ἕταροι ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον,

καί μ᾽ ἔφασαν χρυσόν τε καὶ ἄργυρον οἴκαδ᾽ ἄγεσθαι           35

δῶρα παρ᾽ Αἰόλου μεγαλήτορος Ἱπποτάδαο.

ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·

"᾽ὦ πόποι, ὡς ὅδε πᾶσι φίλος καὶ τίμιός ἐστιν

ἀνθρώποις, ὅτεών τε πόλιν καὶ γαῖαν ἵκηται.

πολλὰ μὲν ἐκ Τροίης ἄγεται κειμήλια καλὰ         40

ληίδος, ἡμεῖς δ᾽ αὖτε ὁμὴν ὁδὸν ἐκτελέσαντες

οἴκαδε νισσόμεθα κενεὰς σὺν χεῖρας ἔχοντες·

καὶ νῦν οἱ τάδ᾽ ἔδωκε χαριζόμενος φιλότητι

Αἴολος. ἀλλ᾽ ἄγε θᾶσσον ἰδώμεθα ὅττι τάδ᾽ ἐστίν,

ὅσσος τις χρυσός τε καὶ ἄργυρος ἀσκῷ ἔνεστιν.᾽   45

"ὣς ἔφασαν, βουλὴ δὲ κακὴ νίκησεν ἑταίρων·

ἀσκὸν μὲν λῦσαν, ἄνεμοι δ᾽ ἐκ πάντες ὄρουσαν.

τοὺς δ᾽ αἶψ᾽ ἁρπάξασα φέρεν πόντονδε θύελλα

κλαίοντας, γαίης ἄπο πατρίδος. αὐτὰρ ἐγώ γε

ἐγρόμενος κατὰ θυμὸν ἀμύμονα μερμήριξα,       50

ἠὲ πεσὼν ἐκ νηὸς ἀποφθίμην ἐνὶ πόντῳ,

ἦ ἀκέων τλαίην καὶ ἔτι ζωοῖσι μετείην.

ἀλλ᾽ ἔτλην καὶ ἔμεινα, καλυψάμενος δ᾽ ἐνὶ νηὶ

κείμην. αἱ δ᾽ ἐφέροντο κακῇ ἀνέμοιο θυέλλῃ

αὖτις ἐπ᾽ Αἰολίην νῆσον, στενάχοντο δ᾽ ἑταῖροι.    55

"ἔνθα δ᾽ ἐπ᾽ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθ᾽ ὕδωρ,

αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.

αὐτὰρ ἐπεὶ σίτοιό τ᾽ ἐπασσάμεθ᾽ ἠδὲ ποτῆτος,

δὴ τότ᾽ ἐγὼ κήρυκά τ᾽ ὀπασσάμενος καὶ ἑταῖρον

βῆν εἰς Αἰόλου κλυτὰ δώματα· τὸν δ᾽ ἐκίχανον     60

δαινύμενον παρὰ ᾗ τ᾽ ἀλόχῳ καὶ οἷσι τέκεσσιν.

ἐλθόντες δ᾽ ἐς δῶμα παρὰ σταθμοῖσιν ἐπ᾽ οὐδοῦ

ἑζόμεθ᾽· οἱ δ᾽ ἀνὰ θυμὸν ἐθάμβεον ἔκ τ᾽ ἐρέοντο·

"᾽πῶς ἦλθες, Ὀδυσεῦ; τίς τοι κακὸς ἔχραε δαίμων;

ἦ μέν σ᾽ ἐνδυκέως ἀπεπέμπομεν, ὄφρ᾽ ἀφίκοιο          65

πατρίδα σὴν καὶ δῶμα καὶ εἴ πού τοι φίλον ἐστίν.᾽

"ὣς φάσαν, αὐτὰρ ἐγὼ μετεφώνεον ἀχνύμενος κῆρ·

"ἄασάν μ᾽ ἕταροί τε κακοὶ πρὸς τοῖσί τε ὕπνος

σχέτλιος. ἀλλ᾽ ἀκέσασθε, φίλοι· δύναμις γὰρ ἐν ὑμῖν.᾽

"ὣς ἐφάμην μαλακοῖσι καθαπτόμενος ἐπέεσσιν,       70

οἱ δ᾽ ἄνεῳ ἐγένοντο· πατὴρ δ᾽ ἠμείβετο μύθῳ·

"᾽ἔρρ᾽ ἐκ νήσου θᾶσσον, ἐλέγχιστε ζωόντων·

οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν οὐδ᾽ ἀποπέμπειν

ἄνδρα τόν, ὅς κε θεοῖσιν ἀπέχθηται μακάρεσσιν·

ἔρρε, ἐπεὶ ἄρα θεοῖσιν ἀπεχθόμενος τόδ᾽ ἱκάνεις.᾽     75

"ὣς εἰπὼν ἀπέπεμπε δόμων βαρέα στενάχοντα.

ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ.

τείρετο δ᾽ ἀνδρῶν θυμὸς ὑπ᾽ εἰρεσίης ἀλεγεινῆς

ἡμετέρῃ ματίῃ, ἐπεὶ οὐκέτι φαίνετο πομπή.

ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ,       80

ἑβδομάτῃ δ᾽ ἱκόμεσθα Λάμου αἰπὺ πτολίεθρον,

Τηλέπυλον Λαιστρυγονίην, ὅθι ποιμένα ποιμὴν

ἠπύει εἰσελάων, ὁ δέ τ᾽ ἐξελάων ὑπακούει.

ἔνθα κ᾽ ἄυπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθούς,

τὸν μὲν βουκολέων, τὸν δ᾽ ἄργυφα μῆλα νομεύων·     85

ἐγγὺς γὰρ νυκτός τε καὶ ἤματός εἰσι κέλευθοι.

ἔνθ᾽ ἐπεὶ ἐς λιμένα κλυτὸν ἤλθομεν, ὃν πέρι πέτρη

ἠλίβατος τετύχηκε διαμπερὲς ἀμφοτέρωθεν,

ἀκταὶ δὲ προβλῆτες ἐναντίαι ἀλλήλῃσιν

ἐν στόματι προύχουσιν, ἀραιὴ δ᾽ εἴσοδός ἐστιν,        90

ἔνθ᾽ οἵ γ᾽ εἴσω πάντες ἔχον νέας ἀμφιελίσσας.

αἱ μὲν ἄρ᾽ ἔντοσθεν λιμένος κοίλοιο δέδεντο

πλησίαι· οὐ μὲν γάρ ποτ᾽ ἀέξετο κῦμά γ᾽ ἐν αὐτῷ,

οὔτε μέγ᾽ οὔτ᾽ ὀλίγον, λευκὴ δ᾽ ἦν ἀμφὶ γαλήνη·

αὐτὰρ ἐγὼν οἶος σχέθον ἔξω νῆα μέλαιναν,           95

αὐτοῦ ἐπ᾽ ἐσχατιῇ, πέτρης ἐκ πείσματα δήσας·

ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών.

ἔνθα μὲν οὔτε βοῶν οὔτ᾽ ἀνδρῶν φαίνετο ἔργα,

καπνὸν δ᾽ οἶον ὁρῶμεν ἀπὸ χθονὸς ἀίσσοντα.

δὴ τότ᾽ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας,

οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες,            100

ἄνδρε δύω κρίνας, τρίτατον κήρυχ᾽ ἅμ᾽ ὀπάσσας.

οἱ δ᾽ ἴσαν ἐκβάντες λείην ὁδόν, ᾗ περ ἄμαξαι

ἄστυδ᾽ ἀφ᾽ ὑψηλῶν ὀρέων καταγίνεον ὕλην,

κούρῃ δὲ ξύμβληντο πρὸ ἄστεος ὑδρευούσῃ,            105

θυγατέρ᾽ ἰφθίμῃ Λαιστρυγόνος Ἀντιφάταο.

ἡ μὲν ἄρ᾽ ἐς κρήνην κατεβήσετο καλλιρέεθρον

Ἀρτακίην· ἔνθεν γὰρ ὕδωρ προτὶ ἄστυ φέρεσκον·

οἱ δὲ παριστάμενοι προσεφώνεον ἔκ τ᾽ ἐρέοντο

ὅς τις τῶνδ᾽ εἴη βασιλεὺς καὶ οἷσιν ἀνάσσοι·               110

ἡ δὲ μάλ᾽ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ.

οἱ δ᾽ ἐπεὶ εἰσῆλθον κλυτὰ δώματα, τὴν δὲ γυναῖκα

εὗρον, ὅσην τ᾽ ὄρεος κορυφήν, κατὰ δ᾽ ἔστυγον αὐτήν.

ἡ δ᾽ αἶψ᾽ ἐξ ἀγορῆς ἐκάλει κλυτὸν Ἀντιφατῆα,

ὃν πόσιν, ὃς δὴ τοῖσιν ἐμήσατο λυγρὸν ὄλεθρον.        115

αὐτίχ᾽ ἕνα μάρψας ἑτάρων ὡπλίσσατο δεῖπνον·

τὼ δὲ δύ᾽ ἀίξαντε φυγῇ ἐπὶ νῆας ἱκέσθην.

αὐτὰρ ὁ τεῦχε βοὴν διὰ ἄστεος· οἱ δ᾽ ἀίοντες

φοίτων ἴφθιμοι Λαιστρυγόνες ἄλλοθεν ἄλλος,

μυρίοι, οὐκ ἄνδρεσσιν ἐοικότες, ἀλλὰ Γίγασιν.          120

οἵ ῥ᾽ ἀπὸ πετράων ἀνδραχθέσι χερμαδίοισιν

βάλλον· ἄφαρ δὲ κακὸς κόναβος κατὰ νῆας ὀρώρει

ἀνδρῶν τ᾽ ὀλλυμένων νηῶν θ᾽ ἅμα ἀγνυμενάων·

ἰχθῦς δ᾽ ὣς πείροντες ἀτερπέα δαῖτα φέροντο.

ὄφρ᾽ οἱ τοὺς ὄλεκον λιμένος πολυβενθέος ἐντός,        125

τόφρα δ᾽ ἐγὼ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ

τῷ ἀπὸ πείσματ᾽ ἔκοψα νεὸς κυανοπρᾐροιο.

αἶψα δ᾽ ἐμοῖς ἑτάροισιν ἐποτρύνας ἐκέλευσα

ἐμβαλέειν κώπῃς, ἵν᾽ ὑπὲκ κακότητα φύγοιμεν·

οἱ δ᾽ ἅλα πάντες ἀνέρριψαν, δείσαντες ὄλεθρον.     130

ἀσπασίως δ᾽ ἐς πόντον ἐπηρεφέας φύγε πέτρας

νηῦς ἐμή· αὐτὰρ αἱ ἄλλαι ἀολλέες αὐτόθ᾽ ὄλοντο.

"ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,

ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.

Αἰαίην δ᾽ ἐς νῆσον ἀφικόμεθ᾽· ἔνθα δ᾽ ἔναιε            135

Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,

αὐτοκασιγνήτη ὀλοόφρονος Αἰήταο·

ἄμφω δ᾽ ἐκγεγάτην φαεσιμβρότου Ἠελίοιο

μητρός τ᾽ ἐκ Πέρσης, τὴν Ὠκεανὸς τέκε παῖδα.

ἔνθα δ᾽ ἐπ᾽ ἀκτῆς νηὶ κατηγαγόμεσθα σιωπῇ          140

ναύλοχον ἐς λιμένα, καί τις θεὸς ἡγεμόνευεν.

ἔνθα τότ᾽ ἐκβάντες δύο τ᾽ ἤματα καὶ δύο νύκτας

κείμεθ᾽ ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.

ἀλλ᾽ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσ᾽ Ἠώς,

καὶ τότ᾽ ἐγὼν ἐμὸν ἔγχος ἑλὼν καὶ φάσγανον ὀξὺ  145

καρπαλίμως παρὰ νηὸς ἀνήιον ἐς περιωπήν,

εἴ πως ἔργα ἴδοιμι βροτῶν ἐνοπήν τε πυθοίμην.

ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών,

καί μοι ἐείσατο καπνὸς ἀπὸ χθονὸς εὐρυοδείης,

Κίρκης ἐν μεγάροισι, διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.    150

μερμήριξα δ᾽ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν

ἐλθεῖν ἠδὲ πυθέσθαι, ἐπεὶ ἴδον αἴθοπα καπνόν.

ὧδε δέ μοι φρονέοντι δοάσσατο κέρδιον εἶναι,

πρῶτ᾽ ἐλθόντ᾽ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης

δεῖπνον ἑταίροισιν δόμεναι προέμεν τε πυθέσθαι. 155

ἀλλ᾽ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,

καὶ τότε τίς με θεῶν ὀλοφύρατο μοῦνον ἐόντα,

ὅς ῥά μοι ὑψίκερων ἔλαφον μέγαν εἰς ὁδὸν αὐτὴν

ἧκεν. ὁ μὲν ποταμόνδε κατήιεν ἐκ νομοῦ ὕλης

πιόμενος· δὴ γάρ μιν ἔχεν μένος ἠελίοιο.                  160

τὸν δ᾽ ἐγὼ ἐκβαίνοντα κατ᾽ ἄκνηστιν μέσα νῶτα

πλῆξα· τὸ δ᾽ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε,

κὰδ δ᾽ ἔπεσ᾽ ἐν κονίῃσι μακών, ἀπὸ δ᾽ ἔπτατο θυμός.

τῷ δ᾽ ἐγὼ ἐμβαίνων δόρυ χάλκεον ἐξ ὠτειλῆς

εἰρυσάμην· τὸ μὲν αὖθι κατακλίνας ἐπὶ γαίῃ              165

εἴασ᾽· αὐτὰρ ἐγὼ σπασάμην ῥῶπάς τε λύγους τε,

πεῖσμα δ᾽, ὅσον τ᾽ ὄργυιαν, ἐυστρεφὲς ἀμφοτέρωθεν

πλεξάμενος συνέδησα πόδας δεινοῖο πελώρου,

βῆν δὲ καταλοφάδεια φέρων ἐπὶ νῆα μέλαιναν

ἔγχει ἐρειδόμενος, ἐπεὶ οὔ πως ἦεν ἐπ᾽ ὤμου                 170

χειρὶ φέρειν ἑτέρῃ· μάλα γὰρ μέγα θηρίον ἦεν.

κὰδ᾽ δ᾽ ἔβαλον προπάροιθε νεός, ἀνέγειρα δ᾽ ἑταίρους

μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·

"ὦ φίλοι, οὐ γάρ πω καταδυσόμεθ᾽ ἀχνύμενοί περ

εἰς Ἀίδαο δόμους, πρὶν μόρσιμον ἦμαρ ἐπέλθῃ·           175

ἀλλ᾽ ἄγετ᾽, ὄφρ᾽ ἐν νηὶ θοῇ βρῶσίς τε πόσις τε,

μνησόμεθα βρώμης, μηδὲ τρυχώμεθα λιμῷ.᾽

"ὣς ἐφάμην, οἱ δ᾽ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο,

ἐκ δὲ καλυψάμενοι παρὰ θῖν᾽ ἁλὸς ἀτρυγέτοιο

θηήσαντ᾽ ἔλαφον· μάλα γὰρ μέγα θηρίον ἦεν.         180

αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν,

χεῖρας νιψάμενοι τεύχοντ᾽ ἐρικυδέα δαῖτα.

ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα

ἥμεθα δαινύμενοι κρέα τ᾽ ἄσπετα καὶ μέθυ ἡδύ·

ἦμος δ᾽ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,               185

δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.

ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

καὶ τότ᾽ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον·

"᾽κέκλυτέ μευ μύθων, κακά περ πάσχοντες ἑταῖροι·

ὦ φίλοι, οὐ γάρ τ᾽ ἴδμεν, ὅπῃ ζόφος οὐδ᾽ ὅπῃ ἠώς,     190

οὐδ᾽ ὅπῃ ἠέλιος φαεσίμβροτος εἶσ᾽ ὑπὸ γαῖαν,

οὐδ᾽ ὅπῃ ἀννεῖται· ἀλλὰ φραζώμεθα θᾶσσον

εἴ τις ἔτ᾽ ἔσται μῆτις. ἐγὼ δ᾽ οὔκ οἴομαι εἶναι.

εἶδον γὰρ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθὼν

νῆσον, τὴν πέρι πόντος ἀπείριτος ἐστεφάνωται·         195

αὐτὴ δὲ χθαμαλὴ κεῖται· καπνὸν δ᾽ ἐνὶ μέσσῃ

ἔδρακον ὀφθαλμοῖσι διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.᾽

"ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ

μνησαμένοις ἔργων Λαιστρυγόνος Ἀντιφάταο

Κύκλωπός τε βίης μεγαλήτορος, ἀνδροφάγοιο.          200

κλαῖον δὲ λιγέως θαλερὸν κατὰ δάκρυ χέοντες·

ἀλλ᾽ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.

"αὐτὰρ ἐγὼ δίχα πάντας ἐυκνήμιδας ἑταίρους

ἠρίθμεον, ἀρχὸν δὲ μετ᾽ ἀμφοτέροισιν ὄπασσα·

τῶν μὲν ἐγὼν ἦρχον, τῶν δ᾽ Εὐρύλοχος θεοειδής.     205

κλήρους δ᾽ ἐν κυνέῃ χαλκήρεϊ πάλλομεν ὦκα·

ἐκ δ᾽ ἔθορε κλῆρος μεγαλήτορος Εὐρυλόχοιο.

βῆ δ᾽ ἰέναι, ἅμα τῷ γε δύω καὶ εἴκοσ᾽ ἑταῖροι

κλαίοντες· κατὰ δ᾽ ἄμμε λίπον γοόωντας ὄπισθεν.

εὗρον δ᾽ ἐν βήσσῃσι τετυγμένα δώματα Κίρκης        210

ξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ·

ἀμφὶ δέ μιν λύκοι ἦσαν ὀρέστεροι ἠδὲ λέοντες,

τοὺς αὐτὴ κατέθελξεν, ἐπεὶ κακὰ φάρμακ᾽ ἔδωκεν.

οὐδ᾽ οἵ γ᾽ ὡρμήθησαν ἐπ᾽ ἀνδράσιν, ἀλλ᾽ ἄρα τοί γε

οὐρῇσιν μακρῇσι περισσαίνοντες ἀνέσταν.                  215

ὡς δ᾽ ὅτ᾽ ἂν ἀμφὶ ἄνακτα κύνες δαίτηθεν ἰόντα

σαίνωσ᾽, αἰεὶ γάρ τε φέρει μειλίγματα θυμοῦ,

ὣς τοὺς ἀμφὶ λύκοι κρατερώνυχες ἠδὲ λέοντες

σαῖνον· τοὶ δ᾽ ἔδεισαν, ἐπεὶ ἴδον αἰνὰ πέλωρα.

ἔσταν δ᾽ ἐν προθύροισι θεᾶς καλλιπλοκάμοιο,           220

Κίρκης δ᾽ ἔνδον ἄκουον ἀειδούσης ὀπὶ καλῇ,

ἱστὸν ἐποιχομένης μέγαν ἄμβροτον, οἷα θεάων

λεπτά τε καὶ χαρίεντα καὶ ἀγλαὰ ἔργα πέλονται.

τοῖσι δὲ μύθων ἦρχε Πολίτης ὄρχαμος ἀνδρῶν,

ὅς μοι κήδιστος ἑτάρων ἦν κεδνότατός τε·                    225

"ὦ φίλοι, ἔνδον γάρ τις ἐποιχομένη μέγαν ἱστὸν

καλὸν ἀοιδιάει, δάπεδον δ᾽ ἅπαν ἀμφιμέμυκεν,

ἢ θεὸς ἠὲ γυνή· ἀλλὰ φθεγγώμεθα θᾶσσον.᾽

"ὣς ἄρ᾽ ἐφώνησεν, τοὶ δὲ φθέγγοντο καλεῦντες.

ἡ δ᾽ αἶψ᾽ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς                     230

καὶ κάλει· οἱ δ᾽ ἅμα πάντες ἀιδρείῃσιν ἕποντο·

Εὐρύλοχος δ᾽ ὑπέμεινεν, ὀισάμενος δόλον εἶναι.

εἷσεν δ᾽ εἰσαγαγοῦσα κατὰ κλισμούς τε θρόνους τε,

ἐν δέ σφιν τυρόν τε καὶ ἄλφιτα καὶ μέλι χλωρὸν

οἴνῳ Πραμνείῳ ἐκύκα· ἀνέμισγε δὲ σίτῳ                       235

φάρμακα λύγρ᾽, ἵνα πάγχυ λαθοίατο πατρίδος αἴης.

αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, αὐτίκ᾽ ἔπειτα

ῥάβδῳ πεπληγυῖα κατὰ συφεοῖσιν ἐέργνυ.

οἱ δὲ συῶν μὲν ἔχον κεφαλὰς φωνήν τε τρίχας τε

καὶ δέμας, αὐτὰρ νοῦς ἦν ἔμπεδος, ὡς τὸ πάρος περ.   240

ὣς οἱ μὲν κλαίοντες ἐέρχατο, τοῖσι δὲ Κίρκη

πάρ ῥ᾽ ἄκυλον βάλανόν τε βάλεν καρπόν τε κρανείης

ἔδμεναι, οἷα σύες χαμαιευνάδες αἰὲν ἔδουσιν.

"Εὐρύλοχος δ᾽ αἶψ᾽ ἦλθε θοὴν ἐπὶ νῆα μέλαιναν

ἀγγελίην ἑτάρων ἐρέων καὶ ἀδευκέα πότμον.             245

οὐδέ τι ἐκφάσθαι δύνατο ἔπος ἱέμενός περ,

κῆρ ἄχεϊ μεγάλῳ βεβολημένος· ἐν δέ οἱ ὄσσε

δακρυόφιν πίμπλαντο, γόον δ᾽ ὠίετο θυμός.

ἀλλ᾽ ὅτε δή μιν πάντες ἀγασσάμεθ᾽ ἐξερέοντες,

καὶ τότε τῶν ἄλλων ἑτάρων κατέλεξεν ὄλεθρον·         250

"᾽ἤιομεν, ὡς ἐκέλευες, ἀνὰ δρυμά, φαίδιμ᾽ Ὀδυσσεῦ·

εὕρομεν ἐν βήσσῃσι τετυγμένα δώματα καλὰ

ξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ.

ἔνθα δέ τις μέγαν ἱστὸν ἐποιχομένη λίγ᾽ ἄειδεν,

ἢ θεὸς ἠὲ γυνή· τοὶ δὲ φθέγγοντο καλεῦντες.               255

ἡ δ᾽ αἶψ᾽ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς

καὶ κάλει· οἱ δ᾽ ἅμα πάντες ἀιδρείῃσιν ἕποντο·

αὐτὰρ ἐγὼν ὑπέμεινα, ὀισάμενος δόλον εἶναι.

οἱ δ᾽ ἅμ᾽ ἀιστώθησαν ἀολλέες, οὐδέ τις αὐτῶν

ἐξεφάνη· δηρὸν δὲ καθήμενος ἐσκοπίαζον.᾽                 260

"ὣς ἔφατ᾽, αὐτὰρ ἐγὼ περὶ μὲν ξίφος ἀργυρόηλον

ὤμοιιν βαλόμην, μέγα χάλκεον, ἀμφὶ δὲ τόξα·

τὸν δ᾽ ἂψ ἠνώγεα αὐτὴν ὁδὸν ἡγήσασθαι.

αὐτὰρ ὅ γ᾽ ἀμφοτέρῃσι λαβὼν ἐλλίσσετο γούνων

καί μ᾽ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·         265

"᾽μή μ᾽ ἄγε κεῖσ᾽ ἀέκοντα, διοτρεφές, ἀλλὰ λίπ᾽ αὐτοῦ.

οἶδα γάρ, ὡς οὔτ᾽ αὐτὸς ἐλεύσεαι οὔτε τιν᾽ ἄλλον

ἄξεις σῶν ἑτάρων. ἀλλὰ ξὺν τοίσδεσι θᾶσσον

φεύγωμεν· ἔτι γάρ κεν ἀλύξαιμεν κακὸν ἦμαρ.᾽

"ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·    270

Εὐρύλοχ᾽, ἦ τοι μὲν σὺ μέν᾽ αὐτοῦ τῷδ᾽ ἐνὶ χώρῳ

ἔσθων καὶ πίνων κοίλῃ παρὰ νηὶ μελαίνῃ·

αὐτὰρ ἐγὼν εἶμι, κρατερὴ δέ μοι ἔπλετ᾽ ἀνάγκη.᾽

"ὣς εἰπὼν παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης.

ἀλλ᾽ ὅτε δὴ ἄρ᾽ ἔμελλον ἰὼν ἱερὰς ἀνὰ βήσσας            275

Κίρκης ἵξεσθαι πολυφαρμάκου ἐς μέγα δῶμα,

ἔνθα μοι Ἑρμείας χρυσόρραπις ἀντεβόλησεν

ἐρχομένῳ πρὸς δῶμα, νεηνίῃ ἀνδρὶ ἐοικώς,

πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη·

ἔν τ᾽ ἄρα μοι φῦ χειρί, ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε·      280

"᾽πῇ δὴ αὖτ᾽, ὦ δύστηνε, δι᾽ ἄκριας ἔρχεαι οἶος,

χώρου ἄιδρις ἐών; ἕταροι δέ τοι οἵδ᾽ ἐνὶ Κίρκης

ἔρχαται ὥς τε σύες πυκινοὺς κευθμῶνας ἔχοντες.

ἦ τοὺς λυσόμενος δεῦρ᾽ ἔρχεαι; οὐδέ σέ φημι

αὐτὸν νοστήσειν, μενέεις δὲ σύ γ᾽, ἔνθα περ ἄλλοι.     285

ἀλλ᾽ ἄγε δή σε κακῶν ἐκλύσομαι ἠδὲ σαώσω.

τῆ, τόδε φάρμακον ἐσθλὸν ἔχων ἐς δώματα Κίρκης

ἔρχευ, ὅ κέν τοι κρατὸς ἀλάλκῃσιν κακὸν ἦμαρ.

πάντα δέ τοι ἐρέω ὀλοφώια δήνεα Κίρκης.

τεύξει τοι κυκεῶ, βαλέει δ᾽ ἐν φάρμακα σίτῳ.               290

ἀλλ᾽ οὐδ᾽ ὣς θέλξαι σε δυνήσεται· οὐ γὰρ ἐάσει

φάρμακον ἐσθλόν, ὅ τοι δώσω, ἐρέω δὲ ἕκαστα.

ὁππότε κεν Κίρκη σ᾽ ἐλάσῃ περιμήκεϊ ῥάβδῳ,

δὴ τότε σὺ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ

Κίρκῃ ἐπαῖξαι, ὥς τε κτάμεναι μενεαίνων.                    295

ἡ δέ σ᾽ ὑποδείσασα κελήσεται εὐνηθῆναι·

ἔνθα σὺ μηκέτ᾽ ἔπειτ᾽ ἀπανήνασθαι θεοῦ εὐνήν,

ὄφρα κέ τοι λύσῃ θ᾽ ἑτάρους αὐτόν τε κομίσσῃ·

ἀλλὰ κέλεσθαί μιν μακάρων μέγαν ὅρκον ὀμόσσαι,

μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο,           300

μή σ᾽ ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃ.᾽

"ὣς ἄρα φωνήσας πόρε φάρμακον ἀργεϊφόντης

ἐκ γαίης ἐρύσας, καί μοι φύσιν αὐτοῦ ἔδειξε.

ῥίζῃ μὲν μέλαν ἔσκε, γάλακτι δὲ εἴκελον ἄνθος·

μῶλυ δέ μιν καλέουσι θεοί· χαλεπὸν δέ τ᾽ ὀρύσσειν     305

ἀνδράσι γε θνητοῖσι, θεοὶ δέ τε πάντα δύνανται.

Ἑρμείας μὲν ἔπειτ᾽ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον

νῆσον ἀν᾽ ὑλήεσσαν, ἐγὼ δ᾽ ἐς δώματα Κίρκης

ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.

ἔστην δ᾽ εἰνὶ θύρῃσι θεᾶς καλλιπλοκάμοιο·                   310

ἔνθα στὰς ἐβόησα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς.

ἡ δ᾽ αἶψ᾽ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς

καὶ κάλει· αὐτὰρ ἐγὼν ἑπόμην ἀκαχήμενος ἦτορ.

εἷσε δέ μ᾽ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου

καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·                  315

τεῦχε δέ μοι κυκεῶ χρυσέῳ δέπαι, ὄφρα πίοιμι,

ἐν δέ τε φάρμακον ἧκε, κακὰ φρονέουσ᾽ ἐνὶ θυμῷ.

αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, οὐδέ μ᾽ ἔθελξε,

ῥάβδῳ πεπληγυῖα ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν·

᾽ἔρχεο νῦν συφεόνδε, μετ᾽ ἄλλων λέξο ἑταίρων.᾽          320

"ὣς φάτ᾽, ἐγὼ δ᾽ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ

Κίρκῃ ἐπήιξα ὥς τε κτάμεναι μενεαίνων.

ἡ δὲ μέγα ἰάχουσα ὑπέδραμε καὶ λάβε γούνων,

καί μ᾽ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·

"᾽τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;        325

θαῦμά μ᾽ ἔχει ὡς οὔ τι πιὼν τάδε φάρμακ᾽ ἐθέλχθης·

οὐδὲ γὰρ οὐδέ τις ἄλλος ἀνὴρ τάδε φάρμακ᾽ ἀνέτλη,

ὅς κε πίῃ καὶ πρῶτον ἀμείψεται ἕρκος ὀδόντων.

σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν.

ἦ σύ γ᾽ Ὀδυσσεύς ἐσσι πολύτροπος, ὅν τέ μοι αἰεὶ         330

φάσκεν ἐλεύσεσθαι χρυσόρραπις ἀργεϊφόντης,

ἐκ Τροίης ἀνιόντα θοῇ σὺν νηὶ μελαίνῃ.

ἀλλ᾽ ἄγε δὴ κολεῷ μὲν ἄορ θέο, νῶι δ᾽ ἔπειτα

εὐνῆς ἡμετέρης ἐπιβείομεν, ὄφρα μιγέντε

εὐνῇ καὶ φιλότητι πεποίθομεν ἀλλήλοισιν.᾽             335

"ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·

᾽ὦ Κίρκη, πῶς γάρ με κέλεαι σοὶ ἤπιον εἶναι,

ἥ μοι σῦς μὲν ἔθηκας ἐνὶ μεγάροισιν ἑταίρους,

αὐτὸν δ᾽ ἐνθάδ᾽ ἔχουσα δολοφρονέουσα κελεύεις

ἐς θάλαμόν τ᾽ ἰέναι καὶ σῆς ἐπιβήμεναι εὐνῆς,          340

ὄφρα με γυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃς.

οὐδ᾽ ἂν ἐγώ γ᾽ ἐθέλοιμι τεῆς ἐπιβήμεναι εὐνῆς,

εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι

μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.᾽

"ὣς ἐφάμην, ἡ δ᾽ αὐτίκ᾽ ἀπώμνυεν, ὡς ἐκέλευον.      345

αὐτὰρ ἐπεί ῥ᾽ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,

καὶ τότ᾽ ἐγὼ Κίρκης ἐπέβην περικαλλέος εὐνῆς.

"ἀμφίπολοι δ᾽ ἄρα τέως μὲν ἐνὶ μεγάροισι πένοντο

τέσσαρες, αἵ οἱ δῶμα κάτα δρήστειραι ἔασι·

γίγνονται δ᾽ ἄρα ταί γ᾽ ἔκ τε κρηνέων ἀπό τ᾽ ἀλσέων 350

ἔκ θ᾽ ἱερῶν ποταμῶν, οἵ τ᾽ εἰς ἅλαδε προρέουσι.

τάων ἡ μὲν ἔβαλλε θρόνοις ἔνι ῥήγεα καλὰ

πορφύρεα καθύπερθ᾽, ὑπένερθε δὲ λῖθ᾽ ὑπέβαλλεν·

ἡ δ᾽ ἑτέρη προπάροιθε θρόνων ἐτίταινε τραπέζας

ἀργυρέας, ἐπὶ δέ σφι τίθει χρύσεια κάνεια·                 355

ἡ δὲ τρίτη κρητῆρι μελίφρονα οἶνον ἐκίρνα

ἡδὺν ἐν ἀργυρέῳ, νέμε δὲ χρύσεια κύπελλα·

ἡ δὲ τετάρτη ὕδωρ ἐφόρει καὶ πῦρ ἀνέκαιε

πολλὸν ὑπὸ τρίποδι μεγάλῳ· ἰαίνετο δ᾽ ὕδωρ.

αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ,              360

ἔς ῥ᾽ ἀσάμινθον ἕσασα λό᾽ ἐκ τρίποδος μεγάλοιο,

θυμῆρες κεράσασα, κατὰ κρατός τε καὶ ὤμων,

ὄφρα μοι ἐκ κάματον θυμοφθόρον εἵλετο γυίων.

αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπ᾽ ἐλαίῳ,

ἀμφὶ δέ με χλαῖναν καλὴν βάλεν ἠδὲ χιτῶνα,       365

εἷσε δέ μ᾽ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου

καλοῦ δαιδαλέου, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·

χέρνιβα δ᾽ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα

καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,

νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.      370

σῖτον δ᾽ αἰδοίη ταμίη παρέθηκε φέρουσα,

εἴδατα πόλλ᾽ ἐπιθεῖσα, χαριζομένη παρεόντων.

ἐσθέμεναι δ᾽ ἐκέλευεν· ἐμῷ δ᾽ οὐχ ἥνδανε θυμῷ,

ἀλλ᾽ ἥμην ἀλλοφρονέων, κακὰ δ᾽ ὄσσετο θυμός.

"Κίρκη δ᾽ ὡς ἐνόησεν ἔμ᾽ ἥμενον οὐδ᾽ ἐπὶ σίτῳ         375

χεῖρας ἰάλλοντα, κρατερὸν δέ με πένθος ἔχοντα,

ἄγχι παρισταμένη ἔπεα πτερόεντα προσηύδα·

" ᾽τίφθ᾽ οὕτως, Ὀδυσεῦ, κατ᾽ ἄρ᾽ ἕζεαι ἶσος ἀναύδῳ,

θυμὸν ἔδων, βρώμης δ᾽ οὐχ ἅπτεαι οὐδὲ ποτῆτος;

ἦ τινά που δόλον ἄλλον ὀίεαι· οὐδέ τί σε χρὴ             380

δειδίμεν· ἤδη γάρ τοι ἀπώμοσα καρτερὸν ὅρκον.᾽

"ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·

᾽ὦ Κίρκη, τίς γάρ κεν ἀνήρ, ὃς ἐναίσιμος εἴη,

πρὶν τλαίη πάσσασθαι ἐδητύος ἠδὲ ποτῆτος,

πρὶν λύσασθ᾽ ἑτάρους καὶ ἐν ὀφθαλμοῖσιν ἰδέσθαι;  385

ἀλλ᾽ εἰ δὴ πρόφρασσα πιεῖν φαγέμεν τε κελεύεις,

λῦσον, ἵν᾽ ὀφθαλμοῖσιν ἴδω ἐρίηρας ἑταίρους.᾽

"ὣς ἐφάμην, Κίρκη δὲ διὲκ μεγάροιο βεβήκει

ῥάβδον ἔχουσ᾽ ἐν χειρί, θύρας δ᾽ ἀνέῳξε συφειοῦ,

ἐκ δ᾽ ἔλασεν σιάλοισιν ἐοικότας ἐννεώροισιν.             390

οἱ μὲν ἔπειτ᾽ ἔστησαν ἐναντίοι, ἡ δὲ δι᾽ αὐτῶν

ἐρχομένη προσάλειφεν ἑκάστῳ φάρμακον ἄλλο.

τῶν δ᾽ ἐκ μὲν μελέων τρίχες ἔρρεον, ἃς πρὶν ἔφυσε

φάρμακον οὐλόμενον, τό σφιν πόρε πότνια Κίρκη·

ἄνδρες δ᾽ ἂψ ἐγένοντο νεώτεροι ἢ πάρος ἦσαν,           395

καὶ πολὺ καλλίονες καὶ μείζονες εἰσοράασθαι.

ἔγνωσαν δέ μ᾽ ἐκεῖνοι ἔφυν τ᾽ ἐν χερσὶν ἕκαστος.

πᾶσιν δ᾽ ἱμερόεις ὑπέδυ γόος, ἀμφὶ δὲ δῶμα

σμερδαλέον κονάβιζε· θεὰ δ᾽ ἐλέαιρε καὶ αὐτή.

"ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων·                 400

᾽διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ,

ἔρχεο νῦν ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.

νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσατε ἤπειρόνδε,

κτήματα δ᾽ ἐν σπήεσσι πελάσσατε ὅπλα τε πάντα·

αὐτὸς δ᾽ ἂψ ἰέναι καὶ ἄγειν ἐρίηρας ἑταίρους.᾽             405

"ὣς ἔφατ᾽, αὐτὰρ ἐμοί γ᾽ ἐπεπείθετο θυμὸς ἀγήνωρ,

βῆν δ᾽ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.

εὗρον ἔπειτ᾽ ἐπὶ νηὶ θοῇ ἐρίηρας ἑταίρους

οἴκτρ᾽ ὀλοφυρομένους, θαλερὸν κατὰ δάκρυ χέοντας.

ὡς δ᾽ ὅτ᾽ ἂν ἄγραυλοι πόριες περὶ βοῦς ἀγελαίας,         410

ἐλθούσας ἐς κόπρον, ἐπὴν βοτάνης κορέσωνται,

πᾶσαι ἅμα σκαίρουσιν ἐναντίαι· οὐδ᾽ ἔτι σηκοὶ

ἴσχουσ᾽, ἀλλ᾽ ἁδινὸν μυκώμεναι ἀμφιθέουσι·

μητέρας· ὣς ἔμ᾽ ἐκεῖνοι ἐπεὶ ἴδον ὀφθαλμοῖσι,

δακρυόεντες ἔχυντο· δόκησε δ᾽ ἄρα σφίσι θυμὸς            415

ὣς ἔμεν, ὡς εἰ πατρίδ᾽ ἱκοίατο καὶ πόλιν αὐτὴν

τρηχείης Ἰθάκης, ἵνα τ᾽ ἔτραφεν ἠδ᾽ ἐγένοντο.

καί μ᾽ ὀλοφυρόμενοι ἔπεα πτερόεντα προσηύδων·

" ᾽σοὶ μὲν νοστήσαντι, διοτρεφές, ὣς ἐχάρημεν,

ὡς εἴ τ᾽ εἰς Ἰθάκην ἀφικοίμεθα πατρίδα γαῖαν·            420

ἀλλ᾽ ἄγε, τῶν ἄλλων ἑτάρων κατάλεξον ὄλεθρον.᾽

"ὣς ἔφαν, αὐτὰρ ἐγὼ προσέφην μαλακοῖς ἐπέεσσι·

᾽νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσομεν ἤπειρόνδε,

κτήματα δ᾽ ἐν σπήεσσι πελάσσομεν ὅπλα τε πάντα·

αὐτοὶ δ᾽ ὀτρύνεσθε ἐμοὶ ἅμα πάντες ἕπεσθαι,               425

ὄφρα ἴδηθ᾽ ἑτάρους ἱεροῖς ἐν δώμασι Κίρκης

πίνοντας καὶ ἔδοντας· ἐπηετανὸν γὰρ ἔχουσιν.᾽

"ὣς ἐφάμην, οἱ δ᾽ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.

Εὐρύλοχος δέ μοι οἶος ἐρύκανε πάντας ἑταίρους·

καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·           430

"᾽ἆ δειλοί, πόσ᾽ ἴμεν; τί κακῶν ἱμείρετε τούτων;

Κίρκης ἐς μέγαρον καταβήμεναι, ἥ κεν ἅπαντας

ἢ σῦς ἠὲ λύκους ποιήσεται ἠὲ λέοντας,

οἵ κέν οἱ μέγα δῶμα φυλάσσοιμεν καὶ ἀνάγκῃ,

ὥς περ Κύκλωψ ἔρξ᾽, ὅτε οἱ μέσσαυλον ἵκοντο              435

ἡμέτεροι ἕταροι, σὺν δ᾽ ὁ θρασὺς εἵπετ᾽ Ὀδυσσεύς·

τούτου γὰρ καὶ κεῖνοι ἀτασθαλίῃσιν ὄλοντο.᾽

"ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ γε μετὰ φρεσὶ μερμήριξα,

σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ,

τῷ οἱ ἀποπλήξας κεφαλὴν οὖδάσδε πελάσσαι,           440

καὶ πηῷ περ ἐόντι μάλα σχεδόν· ἀλλά μ᾽ ἑταῖροι

μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος·

"᾽διογενές, τοῦτον μὲν ἐάσομεν, εἰ σὺ κελεύεις,

αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι·

ἡμῖν δ᾽ ἡγεμόνευ᾽ ἱερὰ πρὸς δώματα Κίρκης.᾽              445

"ὣς φάμενοι παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης.

οὐδὲ μὲν Εὐρύλοχος κοίλῃ παρὰ νηὶ λέλειπτο,

ἀλλ᾽ ἕπετ᾽· ἔδεισεν γὰρ ἐμὴν ἔκπαγλον ἐνιπήν.

"τόφρα δὲ τοὺς ἄλλους ἑτάρους ἐν δώμασι Κίρκη

ἐνδυκέως λοῦσέν τε καὶ ἔχρισεν λίπ᾽ ἐλαίῳ,                 450

ἀμφὶ δ᾽ ἄρα χλαίνας οὔλας βάλεν ἠδὲ χιτῶνας·

δαινυμένους δ᾽ ἐὺ πάντας ἐφεύρομεν ἐν μεγάροισιν.

οἱ δ᾽ ἐπεὶ ἀλλήλους εἶδον φράσσαντό τ᾽ ἐσάντα,

κλαῖον ὀδυρόμενοι, περὶ δὲ στεναχίζετο δῶμα.

ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων·                   455

"᾽μηκέτι νῦν θαλερὸν γόον ὄρνυτε· οἶδα καὶ αὐτὴ

ἠμὲν ὅσ᾽ ἐν πόντῳ πάθετ᾽ ἄλγεα ἰχθυόεντι,

ἠδ᾽ ὅσ᾽ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντ᾽ ἐπὶ χέρσου.

ἀλλ᾽ ἄγετ᾽ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον,

εἰς ὅ κεν αὖτις θυμὸν ἐνὶ στήθεσσι λάβητε,                  460

οἷον ὅτε πρώτιστον ἐλείπετε πατρίδα γαῖαν

τρηχείης Ἰθάκης. νῦν δ᾽ ἀσκελέες καὶ ἄθυμοι,

αἰὲν ἄλης χαλεπῆς μεμνημένοι, οὐδέ ποθ᾽ ὕμιν

θυμὸς ἐν εὐφροσύνῃ, ἐπεὶ ἦ μάλα πολλὰ πέποσθε.᾽

"ὣς ἔφαθ᾽, ἡμῖν δ᾽ αὖτ᾽ ἐπεπείθετο θυμὸς ἀγήνωρ.    465

ἔνθα μὲν ἤματα πάντα τελεσφόρον εἰς ἐνιαυτὸν

ἥμεθα δαινύμενοι κρέα τ᾽ ἄσπετα καὶ μέθυ ἡδύ·

ἀλλ᾽ ὅτε δή ῥ᾽ ἐνιαυτὸς ἔην, περὶ δ᾽ ἔτραπον ὧραι

μηνῶν φθινόντων, περὶ δ᾽ ἤματα μακρὰ τελέσθη,

καὶ τότε μ᾽ ἐκκαλέσαντες ἔφαν ἐρίηρες ἑταῖροι·          470

"᾽δαιμόνι᾽, ἤδη νῦν μιμνήσκεο πατρίδος αἴης,

εἴ τοι θέσφατόν ἐστι σαωθῆναι καὶ ἱκέσθαι

οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.᾽

"ὣς ἔφαν, αὐτὰρ ἐμοί γ᾽ ἐπεπείθετο θυμὸς ἀγήνωρ.

ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα          475

ἥμεθα, δαινύμενοι κρέα τ᾽ ἄσπετα καὶ μέθυ ἡδύ·

ἦμος δ᾽ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,

οἱ μὲν κοιμήσαντο κατὰ μέγαρα σκιόεντα.

αὐτὰρ ἐγὼ Κίρκης ἐπιβὰς περικαλλέος εὐνῆς

γούνων ἐλλιτάνευσα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς·         480

καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·

"᾽ὢ Κίρκη, τέλεσόν μοι ὑπόσχεσιν ἥν περ ὑπέστης,

οἴκαδε πεμψέμεναι· θυμὸς δέ μοι ἔσσυται ἤδη,

ἠδ᾽ ἄλλων ἑτάρων, οἵ μευ φθινύθουσι φίλον κῆρ

ἀμφ᾽ ἔμ᾽ ὀδυρόμενοι, ὅτε που σύ γε νόσφι γένηαι.᾽     485

"ὣς ἐφάμην, ἡ δ᾽ αὐτίκ᾽ ἀμείβετο δῖα θεάων·

᾽διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ,

μηκέτι νῦν ἀέκοντες ἐμῷ ἐνὶ μίμνετε οἴκῳ.

ἀλλ᾽ ἄλλην χρὴ πρῶτον ὁδὸν τελέσαι καὶ ἱκέσθαι

εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης,               490

ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο,

μάντηος ἀλαοῦ, τοῦ τε φρένες ἔμπεδοί εἰσι·

τῷ καὶ τεθνηῶτι νόον πόρε Περσεφόνεια,

οἴῳ πεπνῦσθαι, τοὶ δὲ σκιαὶ ἀίσσουσιν.᾽

"ὣς ἔφατ᾽, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ·     495

κλαῖον δ᾽ ἐν λεχέεσσι καθήμενος, οὐδέ νύ μοι κῆρ

ἤθελ᾽ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.

αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενος τ᾽ ἐκορέσθην,

καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον·

"᾽ὢ Κίρκη, τίς γὰρ ταύτην ὁδὸν ἡγεμονεύσει;               500

εἰς Ἄϊδος δ᾽ οὔ πώ τις ἀφίκετο νηὶ μελαίνῃ.᾽

"ὣς ἐφάμην, ἡ δ᾽ αὐτίκ᾽ ἀμείβετο δῖα θεάων·

᾽διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ,

μή τί τοι ἡγεμόνος γε ποθὴ παρὰ νηὶ μελέσθω,

ἱστὸν δὲ στήσας, ἀνά θ᾽ ἱστία λευκὰ πετάσσας            505

ἧσθαι· τὴν δέ κέ τοι πνοιὴ Βορέαο φέρῃσιν.

ἀλλ᾽ ὁπότ᾽ ἂν δὴ νηὶ δι᾽ Ὠκεανοῖο περήσῃς,

ἔνθ᾽ ἀκτή τε λάχεια καὶ ἄλσεα Περσεφονείης,

μακραί τ᾽ αἴγειροι καὶ ἰτέαι ὠλεσίκαρποι,

νῆα μὲν αὐτοῦ κέλσαι ἐπ᾽ Ὠκεανῷ βαθυδίνῃ,            510

αὐτὸς δ᾽ εἰς Ἀίδεω ἰέναι δόμον εὐρώεντα.

ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσιν

Κώκυτός θ᾽, ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ,

πέτρη τε ξύνεσίς τε δύω ποταμῶν ἐριδούπων·

ἔνθα δ᾽ ἔπειθ᾽, ἥρως, χριμφθεὶς πέλας, ὥς σε κελεύω,          515

βόθρον ὀρύξαι, ὅσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,

ἀμφ᾽ αὐτῷ δὲ χοὴν χεῖσθαι πᾶσιν νεκύεσσιν,

πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ,

τὸ τρίτον αὖθ᾽ ὕδατι· ἐπὶ δ᾽ ἄλφιτα λευκὰ παλύνειν.

πολλὰ δὲ γουνοῦσθαι νεκύων ἀμενηνὰ κάρηνα,         520

ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,

ῥέξειν ἐν μεγάροισι πυρήν τ᾽ ἐμπλησέμεν ἐσθλῶν,

Τειρεσίῃ δ᾽ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ

παμμέλαν᾽, ὃς μήλοισι μεταπρέπει ὑμετέροισιν.

αὐτὰρ ἐπὴν εὐχῇσι λίσῃ κλυτὰ ἔθνεα νεκρῶν,             525

ἔνθ᾽ ὄιν ἀρνειὸν ῥέζειν θῆλύν τε μέλαιναν

εἰς Ἔρεβος στρέψας, αὐτὸς δ᾽ ἀπονόσφι τραπέσθαι

ἱέμενος ποταμοῖο ῥοάων· ἔνθα δὲ πολλαὶ

ψυχαὶ ἐλεύσονται νεκύων κατατεθνηώτων.

δὴ τότ᾽ ἔπειθ᾽ ἑτάροισιν ἐποτρῦναι καὶ ἀνῶξαι         530

μῆλα, τὰ δὴ κατάκειτ᾽ ἐσφαγμένα νηλέι χαλκῷ,

δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,

ἰφθίμῳ τ᾽ Ἀίδῃ καὶ ἐπαινῇ Περσεφονείῃ·

αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ

ἧσθαι, μηδὲ ἐᾶν νεκύων ἀμενηνὰ κάρηνα                535

αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.

ἔνθα τοι αὐτίκα μάντις ἐλεύσεται, ὄρχαμε λαῶν,

ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου

νόστον θ᾽, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.᾽

"ὣς ἔφατ᾽, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.      540

ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν·

αὐτὴ δ᾽ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,

λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετ᾽ ἰξυῖ

καλὴν χρυσείην, κεφαλῇ δ᾽ ἐπέθηκε καλύπτρην.

αὐτὰρ ἐγὼ διὰ δώματ᾽ ἰὼν ὤτρυνον ἑταίρους         545

μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·

"᾽μηκέτι νῦν εὕδοντες ἀωτεῖτε γλυκὺν ὕπνον,

ἀλλ᾽ ἴομεν· δὴ γάρ μοι ἐπέφραδε πότνια Κίρκη.᾽

"ὣς ἐφάμην, τοῖσιν δ᾽ ἐπεπείθετο θυμὸς ἀγήνωρ.

οὐδὲ μὲν οὐδ᾽ ἔνθεν περ ἀπήμονας ἦγον ἑταίρους.      550

Ἐλπήνωρ δέ τις ἔσκε νεώτατος, οὔτε τι λίην

ἄλκιμος ἐν πολέμῳ οὔτε φρεσὶν ᾗσιν ἀρηρώς·

ὅς μοι ἄνευθ᾽ ἑτάρων ἱεροῖς ἐν δώμασι Κίρκης,

ψύχεος ἱμείρων, κατελέξατο οἰνοβαρείων.

κινυμένων δ᾽ ἑτάρων ὅμαδον καὶ δοῦπον ἀκούσας      555

ἐξαπίνης ἀνόρουσε καὶ ἐκλάθετο φρεσὶν ᾗσιν

ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,

ἀλλὰ καταντικρὺ τέγεος πέσεν· ἐκ δέ οἱ αὐχὴν

ἀστραγάλων ἐάγη, ψυχὴ δ᾽ Ἄϊδόσδε κατῆλθεν.

"ἐρχομένοισι δὲ τοῖσιν ἐγὼ μετὰ μῦθον ἔειπον·       560

᾽φάσθε νύ που οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν

ἔρχεσθ᾽· ἄλλην δ᾽ ἧμιν ὁδὸν τεκμήρατο Κίρκη,

εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης

ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο.᾽

"ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ,      565

ἑζόμενοι δὲ κατ᾽ αὖθι γόων τίλλοντό τε χαίτας·

ἀλλ᾽ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.

"ἀλλ᾽ ὅτε δή ῥ᾽ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης

ᾔομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες,

τόφρα δ᾽ ἄρ᾽ οἰχομένη Κίρκη παρὰ νηὶ μελαίνῃ     570

ἀρνειὸν κατέδησεν ὄιν θῆλύν τε μέλαιναν,

ῥεῖα παρεξελθοῦσα· τίς ἂν θεὸν οὐκ ἐθέλοντα

ὀφθαλμοῖσιν ἴδοιτ᾽ ἢ ἔνθ᾽ ἢ ἔνθα κιόντα;