81 1 Ψαλμὸς τῷ Ασαφ.

῾Ο θεὸς ἔστη ἐν συναγωγῇ θεῶν,

ἐν μέσῳ δὲ θεοὺς διακρίνει

2 ῞Εως πότε κρίνετε ἀδικίαν

καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε;

διάψαλμα.

3 κρίνατε ὀρφανὸν καὶ πτωχόν,

ταπεινὸν καὶ πένητα δικαιώσατε·

4 ἐξέλεσθε πένητα καὶ πτωχόν,

ἐκ χειρὸς ἁμαρτωλοῦ ῥύσασθε.

5 οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν,

ἐν σκότει διαπορεύονται·

σαλευθήσονται πάντα τὰ θεμέλια τῆς γῆς.

6 ἐγὼ εἶπα Θεοί ἐστε

καὶ υἱοὶ ὑψίστου πάντες·

7 ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνῄσκετε

καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε.

8 ἀνάστα, ὁ θεός, κρῖνον τὴν γῆν,

ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσιν τοῖς ἔθνεσιν.