86 1 Τοῖς υἱοῖς Κορε ψαλμὸς ᾠδῆς.

Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσιν τοῖς ἁγίοις·

2 ἀγαπᾷ κύριος τὰς πύλας Σιων

ὑπὲρ πάντα τὰ σκηνώματα Ιακωβ.

3 δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ θεοῦ.

διάψαλμα.

4 μνησθήσομαι Ρααβ καὶ Βαβυλῶνος τοῖς γινώσκουσίν με·

καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς Αἰθιόπων,

οὗτοι ἐγενήθησαν ἐκεῖ.

5 Μήτηρ Σιων, ἐρεῖ ἄνθρωπος,

καὶ ἄνθρωπος ἐγενήθη ἐν αὐτῇ,

καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ ὕψιστος.

6 κύριος διηγήσεται ἐν γραφῇ λαῶν

καὶ ἀρχόντων τούτων τῶν γεγενημένων ἐν αὐτῇ.

διάψαλμα.

7 ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί.