98 1 Ψαλμὸς τῷ Δαυιδ.

῾Ο κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί·

ὁ καθήμενος ἐπὶ τῶν χερουβιν, σαλευθήτω ἡ γῆ.

2 κύριος ἐν Σιων μέγας

καὶ ὑψηλός ἐστιν ἐπὶ πάντας τοὺς λαούς·

3 ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ,

ὅτι φοβερὸν καὶ ἅγιόν ἐστιν.

4 καὶ τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ·

σὺ ἡτοίμασας εὐθύτητας,

κρίσιν καὶ δικαιοσύνην ἐν Ιακωβ σὺ ἐποίησας.

5 ὑψοῦτε κύριον τὸν θεὸν ἡμῶν

καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ,

ὅτι ἅγιός ἐστιν.

6 Μωυσῆς καὶ Ααρων ἐν τοῖς ἱερεῦσιν αὐτοῦ,

καὶ Σαμουηλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ·

ἐπεκαλοῦντο τὸν κύριον, καὶ αὐτὸς ἐπήκουσεν αὐτῶν,

7 ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς·

ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ

καὶ τὰ προστάγματα, ἃ ἔδωκεν αὐτοῖς.

8 κύριε ὁ θεὸς ἡμῶν, σὺ ἐπήκουες αὐτῶν·

ὁ θεός, σὺ εὐίλατος ἐγίνου αὐτοῖς

καὶ ἐκδικῶν ἐπὶ πάντα τὰ ἐπιτηδεύματα αὐτῶν.

9 ὑψοῦτε κύριον τὸν θεὸν ἡμῶν

καὶ προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ,

ὅτι ἅγιος κύριος ὁ θεὸς ἡμῶν.