99 1 Ψαλμὸς εἰς ἐξομολόγησιν.

᾿Αλαλάξατε τῷ κυρίῳ, πᾶσα ἡ γῆ,

2 δουλεύσατε τῷ κυρίῳ ἐν εὐφροσύνῃ,

εἰσέλθατε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει.

3 γνῶτε ὅτι κύριος, αὐτός ἐστιν ὁ θεός,

αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς,

λαὸς αὐτοῦ καὶ πρόβατα τῆς νομῆς αὐτοῦ.

4 εἰσέλθατε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει,

εἰς τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις·

ἐξομολογεῖσθε αὐτῷ, αἰνεῖτε τὸ ὄνομα αὐτοῦ,

5 ὅτι χρηστὸς κύριος, εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,

καὶ ἕως γενεᾶς καὶ γενεᾶς ἡ ἀλήθεια αὐτοῦ.