126 1 ᾿Οιδὴ τῶν ἀναβαθμῶν· τῷ Σαλωμων.

᾿Εὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον,

εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν·

ἐὰν μὴ κύριος φυλάξῃ πόλιν,

εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων.

2 εἰς μάτην ὑμῖν ἐστιν τοῦ ὀρθρίζειν,

ἐγείρεσθαι μετὰ τὸ καθῆσθαι,

οἱ ἔσθοντες ἄρτον ὀδύνης,

ὅταν δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον.

3 ἰδοὺ ἡ κληρονομία κυρίου υἱοί,

ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρός.

4 ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ,

οὕτως οἱ υἱοὶ τῶν ἐκτετιναγμένων.

5 μακάριος ἄνθρωπος, ὃς πληρώσει τὴν ἐπιθυμίαν αὐτοῦ ἐξ αὐτῶν·

οὐ καταισχυνθήσονται, ὅταν λαλῶσι τοῖς ἐχθροῖς αὐτῶν ἐν πύλῃ.