132 1 ᾿Οιδὴ τῶν ἀναβαθμῶν· τῷ Δαυιδ.

᾿Ιδοὺ δὴ τί καλὸν ἢ τί τερπνὸν

ἀλλ᾽ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό;

2 ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα,

τὸν πώγωνα τὸν Ααρων,

τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ·

3 ὡς δρόσος Αερμων ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιων·

ὅτι ἐκεῖ ἐνετείλατο κύριος τὴν εὐλογίαν

καὶ ζωὴν ἕως τοῦ αἰῶνος.