133 1 ᾿Οιδὴ τῶν ἀναβαθμῶν.

᾿Ιδοὺ δὴ εὐλογεῖτε τὸν κύριον,

πάντες οἱ δοῦλοι κυρίου

οἱ ἑστῶτες ἐν οἴκῳ κυρίου,

ἐν αὐλαῖς οἴκου θεοῦ ἡμῶν.

2 ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια

καὶ εὐλογεῖτε τὸν κύριον.

3 εὐλογήσει σε κύριος ἐκ Σιων

ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν.