140 1 Ψαλμὸς τῷ Δαυιδ.

Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου·

πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ.

2 κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου,

ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή.

3 θοῦ, κύριε, φυλακὴν τῷ στόματί μου

καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.

4 μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας

τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις

σὺν ἀνθρώποις ἐργαζομένοις ἀνομίαν,

καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.

5 παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με,

ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου,

ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν.

6 κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν·

ἀκούσονται τὰ ῥήματά μου ὅτι ἡδύνθησαν.

7 ὡσεὶ πάχος γῆς διερράγη ἐπὶ τῆς γῆς,

διεσκορπίσθη τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην.

8 ὅτι πρὸς σέ, κύριε κύριε, οἱ ὀφθαλμοί μου·

ἐπὶ σὲ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.

9 φύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι,

καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.

10 πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτοῦ ἁμαρτωλοί·

κατὰ μόνας εἰμὶ ἐγὼ ἕως οὗ ἂν παρέλθω.