3 1 Ψαλμὸς τῷ Δαυιδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Αβεσσαλωμ τοῦ υἱοῦ αὐτοῦ. 2 Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με;

πολλοὶ ἐπανίστανται ἐπ᾽ ἐμέ·

3 πολλοὶ λέγουσιν τῇ ψυχῇ μου

Οὐκ ἔστιν σωτηρία αὐτῷ ἐν τῷ θεῷ αὐτοῦ.

διάψαλμα.

4 σὺ δέ, κύριε, ἀντιλήμπτωρ μου εἶ,

δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.

5 φωνῇ μου πρὸς κύριον ἐκέκραξα,

καὶ ἐπήκουσέν μου ἐξ ὄρους ἁγίου αὐτοῦ.

διάψαλμα.

6 ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα·

ἐξηγέρθην, ὅτι κύριος ἀντιλήμψεταί μου.

7 οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ

τῶν κύκλῳ συνεπιτιθεμένων μοι.

8 ἀνάστα, κύριε, σῶσόν με, ὁ θεός μου,

ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως,

ὀδόντας ἁμαρτωλῶν συνέτριψας.

9 τοῦ κυρίου ἡ σωτηρία,

καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.