4 1 Εἰς τὸ τέλος, ἐν ψαλμοῖς· ᾠδὴ τῷ Δαυιδ. 2 ᾿Εν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέν μου ὁ θεὸς τῆς δικαιοσύνης μου·

ἐν θλίψει ἐπλάτυνάς μοι·

οἰκτίρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου.

3 υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι;

ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος;

διάψαλμα.

4 καὶ γνῶτε ὅτι ἐθαυμάστωσεν κύριος τὸν ὅσιον αὐτοῦ·

κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.

5 ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε·

λέγετε ἐν ταῖς καρδίαις ὑμῶν

καὶ ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε.

διάψαλμα.
6 θύσατε θυσίαν δικαιοσύνης

καὶ ἐλπίσατε ἐπὶ κύριον.

7 πολλοὶ λέγουσιν Τίς δείξει ἡμῖν τὰ ἀγαθά;

ἐσημειώθη ἐφ᾽ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε.

8 ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου·

ἀπὸ καιροῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν.

9 ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω,

ὅτι σύ, κύριε, κατὰ μόνας ἐπ᾽ ἐλπίδι κατῴκισάς με.