8 1 Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν· ψαλμὸς τῷ Δαυιδ. 2 Κύριε ὁ κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ,

ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν.

3 ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον

ἕνεκα τῶν ἐχθρῶν σου

τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν.

4 ὅτι ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου,

σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας.

5 τί ἐστιν ἄνθρωπος, ὅτι μιμνῄσκῃ αὐτοῦ,

ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν;

6 ἠλάττωσας αὐτὸν βραχύ τι παρ᾽ ἀγγέλους,

δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν·

7 καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου,

πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ,

8 πρόβατα καὶ βόας πάσας,

ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου,

9 τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τοὺς ἰχθύας τῆς θαλάσσης,

τὰ διαπορευόμενα τρίβους θαλασσῶν.

10 κύριε ὁ κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ.