10 1 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ.

᾿Επὶ τῷ κυρίῳ πέποιθα· πᾶς ἐρεῖτε τῇ ψυχῇ μου

Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον;

2 ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον,

ἡτοίμασαν βέλη εἰς φαρέτραν

τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ.

3 ὅτι ἃ κατηρτίσω, καθεῖλον·

ὁ δὲ δίκαιος τί ἐποίησεν;

4 κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ·

κύριος, ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ.

οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν,

τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων.

5 κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ,

ὁ δὲ ἀγαπῶν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν.

6 ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας,

πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν.

7 ὅτι δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν,

εὐθύτητα εἶδεν τὸ πρόσωπον αὐτοῦ.