11 1 Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης· ψαλμὸς τῷ Δαυιδ. 2 Σῶσόν με, κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος,

ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων.

3 μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ,

χείλη δόλια ἐν καρδίᾳ καὶ ἐν καρδίᾳ ἐλάλησαν.

4 ἐξολεθρεύσαι κύριος πάντα τὰ χείλη τὰ δόλια

καὶ γλῶσσαν μεγαλορήμονα

5 τοὺς εἰπόντας Τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν,

τὰ χείλη ἡμῶν παρ᾽ ἡμῶν ἐστιν·

τίς ἡμῶν κύριός ἐστιν;

6 ᾿Απὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν

καὶ ἀπὸ τοῦ στεναγμοῦ τῶν πενήτων

νῦν ἀναστήσομαι, λέγει κύριος,

θήσομαι ἐν σωτηρίᾳ, παρρησιάσομαι ἐν αὐτῷ.

7 τὰ λόγια κυρίου λόγια ἁγνά,

ἀργύριον πεπυρωμένον δοκίμιον τῇ γῇ

κεκαθαρισμένον ἑπταπλασίως.

8 σύ, κύριε, φυλάξεις ἡμᾶς

καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης καὶ εἰς τὸν αἰῶνα.

9 κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσιν·

κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων.