12 1 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ. 2 ῞Εως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος;

ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ;

3 ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου,

ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας;

ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ᾽ ἐμέ;

4 ἐπίβλεψον, εἰσάκουσόν μου, κύριε ὁ θεός μου·

φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον,

5 μήποτε εἴπῃ ὁ ἐχθρός μου ῎Ισχυσα πρὸς αὐτόν·

οἱ θλίβοντές με ἀγαλλιάσονται, ἐὰν σαλευθῶ.

6 ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα,

ἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ τῷ σωτηρίῳ σου·

ᾄσω τῷ κυρίῳ τῷ εὐεργετήσαντί με

καὶ ψαλῶ τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου.