19 1 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ. 2 ᾿Επακούσαι σου κύριος ἐν ἡμέρᾳ θλίψεως,

ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ θεοῦ Ιακωβ.

3 ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου

καὶ ἐκ Σιων ἀντιλάβοιτό σου.

4 μνησθείη πάσης θυσίας σου

καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω.

διάψαλμα.

5 δῴη σοι κατὰ τὴν καρδίαν σου

καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι.

6 ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου

καὶ ἐν ὀνόματι θεοῦ ἡμῶν μεγαλυνθησόμεθα.

πληρώσαι κύριος πάντα τὰ αἰτήματά σου.

7 νῦν ἔγνων ὅτι ἔσωσεν κύριος τὸν χριστὸν αὐτοῦ·

ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ·

ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ.

8 οὗτοι ἐν ἅρμασιν καὶ οὗτοι ἐν ἵπποις,

ἡμεῖς δὲ ἐν ὀνόματι κυρίου θεοῦ ἡμῶν μεγαλυνθησόμεθα.

9 αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν,

ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν.

10 κύριε, σῶσον τὸν βασιλέα σου

καὶ ἐπάκουσον ἡμῶν ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε.