46 1 Εἰς τὸ τέλος· ὑπὲρ τῶν υἱῶν Κορε ψαλμός. 2 Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας,

ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως,

3 ὅτι κύριος ὕψιστος φοβερός,

βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.

4 ὑπέταξεν λαοὺς ἡμῖν

καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν·

5 ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ,

τὴν καλλονὴν Ιακωβ, ἣν ἠγάπησεν.

διάψαλμα.

6 ἀνέβη ὁ θεὸς ἐν ἀλαλαγμῷ,

κύριος ἐν φωνῇ σάλπιγγος.

7 ψάλατε τῷ θεῷ ἡμῶν, ψάλατε,

ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε,

8 ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ θεός,

ψάλατε συνετῶς.

9 ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη,

ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ.

10 ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ Αβρααμ,

ὅτι τοῦ θεοῦ οἱ κραταιοὶ τῆς γῆς, σφόδρα ἐπήρθησαν.