69 1 Εἰς τὸ τέλος· τῷ Δαυιδ εἰς ἀνάμνησιν,

2 εἰς τὸ σῶσαί με κύριον.

῾Ο θεός, εἰς τὴν βοήθειάν μου πρόσχες.

3 αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητοῦντές μου τὴν ψυχήν,

ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ βουλόμενοί μοι κακά,

4 ἀποστραφείησαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι Εὖγε εὖγε. 5 ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε,

καὶ λεγέτωσαν διὰ παντός Μεγαλυνθήτω ὁ θεός, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου.

6 ἐγὼ δὲ πτωχὸς καὶ πένης· ὁ θεός, βοήθησόν μοι.

βοηθός μου καὶ ῥύστης μου εἶ σύ· κύριε, μὴ χρονίσῃς.